Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.276 Dem. 19.279 (English) >>Dem. 19.282

19.278εἰ τοίνυν τι τούτοις ἄπρακτόν ἐστι τούτων ἐφʼ οἷς ἐκείνων θάνατος κατέγνωσται, ἔμʼ ἀποκτείνατʼ ἤδη. σκοπεῖτε γάρ. “ἐπειδὴ παρὰ τὰ γράμματαφησὶνἐπρέσβευσαν ἐκεῖνοι.” καὶ τοῦτʼ ἔστι τῶν ἐγκλημάτων πρῶτον. οὗτοι δʼ οὐ παρὰ τὰ γράμματα; οὐ τὸ μὲν ψήφισμαἈθηναίοις καὶ τοῖς Ἀθηναίων συμμάχοις,” οὗτοι δὲ Φωκέας ἐκσπόνδους ἀπέφηναν; οὐ τὸ μὲν ψήφισματοὺς ἄρχοντας ὁρκοῦν τοὺς ἐν ταῖς πόλεσιν,” οὗτοι δʼ, οὓς Φίλιππος αὐτοῖς προσέπεμψε, τούτους ὥρκισαν; οὐ τὸ μὲν ψήφισμαοὐδαμοῦ μόνους ἐντυγχάνειν Φιλίππῳ,” οὗτοι δʼ οὐδὲν ἐπαύσαντʼ ἰδίᾳ χρηματίζοντες; 19.279καὶ ἠλέγχθησάν τινες αὐτῶν ἐν τῇ βουλῇ οὐ τἀληθῆ ἀπαγγέλλοντες.” οὗτοι δέ γε κἀν τῷ δήμῳ. καὶ ὑπὸ τοῦ; τοῦτο γάρ ἐστι τὸ λαμπρόν· ὑπʼ αὐτῶν τῶν πραγμάτων· οἷς γὰρ ἀπήγγειλαν οὗτοι, πάντα δήπου γέγονεν τἀναντία. “οὐδʼ ἐπιστέλλοντεςφησὶτἀληθῆ.” οὐκοῦν οὐδʼ οὗτοι. “καὶ καταψευδόμενοι τῶν συμμάχων καὶ δῶρα λαμβάνοντες.” ἀντὶ μὲν τοίνυν τοῦ καταψευδόμενοι παντελῶς ἀπολωλεκότες· πολλῷ δὲ δήπου τοῦτο δεινότερον τοῦ καταψεύσασθαι. ἀλλὰ μὴν ὑπέρ γε τοῦ δῶρʼ εἰληφέναι, εἰ μὲν ἠρνοῦντο, ἐλέγχειν λοιπὸν ἂν ἦν, ἐπειδὴ δʼ ὡμολόγουν, ἀπάγειν δήπου προσῆκεν. 19.280τί οὖν, ἄνδρες Ἀθηναῖοι; τούτων οὕτως ἐχόντων, ὑμεῖς <ἐξ> ἐκείνων τῶν ἀνδρῶν ὄντες, οἱ δὲ καὶ τινὲς αὐτῶν ἔτι ζῶντες, ὑπομενεῖτε τὸν μὲν εὐεργέτην τοῦ δήμου καὶ τὸν ἐκ Πειραιῶς, Ἐπικράτην, ἐκπεσεῖν καὶ κολασθῆναι; καὶ πάλιν πρώην Θρασύβουλον ἐκεῖνον τὸν Θρασυβούλου τοῦ δημοτικοῦ καὶ τοῦ ἀπὸ Φυλῆς καταγαγόντος τὸν δῆμον, τάλαντα δέκʼ ὠφληκέναι, καὶ τὸν ἀφʼ Ἁρμοδίου καὶ τῶν τὰ μέγιστʼ ἀγάθʼ ὑμᾶς εἰργασμένων, οὓς νόμῳ διὰ τὰς εὐεργεσίας ἃς ὑπῆρξαν εἰς ὑμᾶς ἐν ἅπασι τοῖς ἱεροῖς ἐπὶ ταῖς θυσίαις σπονδῶν καὶ κρατήρων κοινωνοὺς πεποίησθε, καὶ ᾄδετε καὶ τιμᾶτʼ ἐξ ἴσου τοῖς ἥρωσι καὶ τοῖς θεοῖς,


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.276 Dem. 19.279 (English) >>Dem. 19.282

Powered by PhiloLogic